Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.169 Joseph. AJ 11.173 (English) >>Joseph. AJ 11.177

11.171θαρρεῖν μὲν τῷ θεῷ πρῶτον ὡς καὶ πρὸς τὴν ἐκείνων ἀπέχθειαν στησομένους, μήτε δʼ ἡμέρας μήτε νυκτὸς αὐτοὺς ἀνιέναι τῆς οἰκοδομίας, ἀλλὰ πάσῃ σπουδῇ χρωμένους συνέχειν τὸ ἔργον, 11.172ὥς γε καιρὸς ἴδιός ἐστιν.” ταῦτʼ εἰπὼν ἐκέλευσεν εὐθὺς τοὺς ἄρχοντας μετρῆσαι τὸ τεῖχος καὶ διανεῖμαι τὴν ἐργασίαν αὐτοῦ τῷ λαῷ κατὰ κώμας τε καὶ πόλεις κατὰ τὸ ἑκάστοις δυνατόν, ὑποσχόμενος δὲ καὶ αὐτὸς μετὰ τῶν οἰκετῶν συλλήψεσθαι πρὸς τὴν οἰκοδομίαν διέλυσε τὴν ἐκκλησίαν. 11.173καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφʼ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε καὶ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον. 11.174

Ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ κοίλῃ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούς τε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵνʼ αὐτὸν ἀνέλωσιν. 11.175εἰς φόβον δὲ καὶ ταραχὴν αὐτοὺς ἐνέβαλλον καὶ φήμας αὐτοῖς διέστελλον ὡς πολλῶν ἐπιστρατεύειν αὐτοῖς μελλόντων ἐθνῶν, ὑφʼ ὧν ἐκταρασσόμενοι μικροῦ τῆς οἰκοδομίας ἀπέστησαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.169 Joseph. AJ 11.173 (English) >>Joseph. AJ 11.177

Powered by PhiloLogic